15.517 ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν ·
15.518 Πουλυδάμας δ’ Ὦτον Κυλλήνιον ἐξενάριξε
15.519 Φυλεΐδεω ἕταρον , μεγαθύμων ἀρχὸν Ἐπειῶν .
15.520 τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών · δ’ ὕπαιθα λιάσθη
15.521 Πουλυδάμας · καὶ τοῦ μὲν ἀπήμβροτεν · οὐ γὰρ Ἀπόλλων
15.522 εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι ·
15.523 αὐτὰρ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί .
15.524 δούπησεν δὲ πεσών · δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα .
15.525 τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
15.526 Λαμπετίδης , ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
15.527 Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς ,
15.528 ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
15.529 ἐγγύθεν ὁρμηθείς · πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ ,
15.530 τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα · τόν ποτε Φυλεὺς
15.531 ἤγαγεν ἐξ Ἐφύρης , ποταμοῦ ἄπο Σελλήεντος .
15.532 ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
15.533 ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν ·
15.534 ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ’ ὄλεθρον .
15.535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
15.536 κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι ,
15.537 ῥῆξε δ’ ἀφ’ ἵππειον λόφον αὐτοῦ · πᾶς δὲ χαμᾶζε
15.538 κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός .
15.539 εἷος τῷ πολέμιζε μένων , ἔτι δ’ ἔλπετο νίκην ,
15.540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ ,
15.541 στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών , βάλε δ’ ὦμον ὄπισθεν ·
15.542 αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
15.543 πρόσσω ἱεμένη · δ’ ἄρα πρηνὴς ἐλιάσθη .
15.544 τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ ἀπ’ ὤμων
15.545 συλήσειν · Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
15.546 πᾶσι μάλα , πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν
15.547 ἴφθιμον Μελάνιππον . δ’ ὄφρα μὲν εἰλίποδας βοῦς