15.548 βόσκ’ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων ·
15.549 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι ,
15.550 ἂψ εἰς Ἴλιον ἦλθε , μετέπρεπε δὲ Τρώεσσι ,
15.551 ναῖε δὲ πὰρ Πριάμῳ , δέ μιν τίεν ἶσα τέκεσσι ·
15.552 τόν ῥ’ Ἕκτωρ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
15.553 οὕτω δὴ Μελάνιππε μεθήσομεν ; οὐδέ νυ σοί περ
15.554 ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο ;
15.555 οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε’ ἕπουσιν ;
15.556 ἀλλ’ ἕπευ · οὐ γὰρ ἔτ’ ἔστιν ἀποσταδὸν Ἀργείοισι
15.557 μάρνασθαι , πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ κατ’ ἄκρης
15.558 Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας .
15.559 ὣς εἰπὼν μὲν ἦρχ’ , δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς ·
15.560 Ἀργείους δ’ ὄτρυνε μέγας Τελαμώνιος Αἴας ·
15.561 φίλοι ἀνέρες ἔστε , καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ ,
15.562 ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας .
15.563 αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ·
15.564 φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή .
15.565 ὣς ἔφαθ’ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον ,
15.566 ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος , φράξαντο δὲ νῆας
15.567 ἕρκεϊ χαλκείῳ · ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν .
15.568 Ἀντίλοχον δ’ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος ·
15.569 Ἀντίλοχ’ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν ,
15.570 οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι ·
15.571 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα .
15.572 ὣς εἰπὼν μὲν αὖτις ἀπέσσυτο , τὸν δ’ ὀρόθυνεν ·
15.573 ἐκ δ’ ἔθορε προμάχων , καὶ ἀκόντισε δουρὶ φαεινῷ
15.574 ἀμφὶ παπτήνας · ὑπὸ δὲ Τρῶες κεκάδοντο
15.575 ἀνδρὸς ἀκοντίσσαντος · δ’ οὐχ ἅλιον βέλος ἧκεν ,