15.485 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
15.486 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
15.487 ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς
15.488 νῆας ἀνὰ γλαφυράς · δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
15.489 ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα .
15.490 ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή ,
15.491 ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ ,
15.492 ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν ,
15.493 ὡς νῦν Ἀργείων μινύθει μένος , ἄμμι δ’ ἀρήγει .
15.494 ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες · ὃς δέ κεν ὑμέων
15.495 βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
15.496 τεθνάτω · οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
15.497 τεθνάμεν · ἀλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω ,
15.498 καὶ οἶκος καὶ κλῆρος ἀκήρατος , εἴ κεν Ἀχαιοὶ
15.499 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν .
15.500 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
15.501 Αἴας δ’ αὖθ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν ·
15.502 αἰδὼς Ἀργεῖοι · νῦν ἄρκιον ἀπολέσθαι
15.503 ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν .
15.504 ἔλπεσθ’ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
15.505 ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος ;
15.506 οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
15.507 Ἕκτορος , ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει ;
15.508 οὐ μὰν ἔς γε χορὸν κέλετ’ ἐλθέμεν , ἀλλὰ μάχεσθαι .
15.509 ἡμῖν δ’ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
15.510 αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε .
15.511 βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
15.512 δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
15.513 ὧδ’ αὔτως παρὰ νηυσὶν ὑπ’ ἀνδράσι χειροτέροισιν .
15.514 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
15.515 ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
15.516 ἀρχὸν Φωκήων , Αἴας δ’ ἕλε Λαοδάμαντα