15.455 τοὺς μὲν γ’ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε ,
15.456 πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
15.457 ἵππους · αὐτὸς δ’ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη .
15.458 Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ
15.459 αἴνυτο , καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν ,
15.460 εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν .
15.461 ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον , ὅς ῥ’ ἐφύλασσεν
15.462 Ἕκτορ’ , ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα ,
15.463 ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
15.464 ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι · παρεπλάγχθη δέ οἱ ἄλλῃ
15.465 ἰὸς χαλκοβαρής , τόξον δέ οἱ ἔκπεσε χειρός .
15.466 Τεῦκρος δ’ ἐρρίγησε , κασίγνητον δὲ προσηύδα ·
15.467 πόποι δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
15.468 δαίμων ἡμετέρης , τέ μοι βιὸν ἔκβαλε χειρός ,
15.469 νευρὴν δ’ ἐξέρρηξε νεόστροφον , ἣν ἐνέδησα
15.470 πρώϊον , ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς .
15.471 τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας ·
15.472 πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
15.473 κεῖσθαι , ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας ·
15.474 αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
15.475 μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς .
15.476 μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
15.477 νῆας ἐϋσσέλμους , ἀλλὰ μνησώμεθα χάρμης .
15.478 ὣς φάθ’ , δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν ,
15.479 αὐτὰρ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον ,
15.480 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
15.481 ἵππουριν , δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν ·
15.482 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ ,
15.483 βῆ δ’ ἰέναι , μάλα δ’ ὦκα θέων Αἴαντι παρέστη .
15.484 Ἕκτωρ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα ,