15.426 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε ,
15.427 ἀλλ’ υἷα Κλυτίοιο σαώσατε , μή μιν Ἀχαιοὶ
15.428 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα .
15.429 ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ .
15.430 τοῦ μὲν ἅμαρθ’ , δ’ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
15.431 Αἴαντος θεράποντα Κυθήριον , ὅς ῥα παρ’ αὐτῷ
15.432 ναῖ’ , ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι ,
15.433 τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
15.434 ἑσταότ’ ἄγχ’ Αἴαντος · δ’ ὕπτιος ἐν κονίῃσι
15.435 νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε , λύντο δὲ γυῖα .
15.436 Αἴας δ’ ἐρρίγησε , κασίγνητον δὲ προσηύδα ·
15.437 Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
15.438 Μαστορίδης , ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
15.439 ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι ·
15.440 τὸν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε . ποῦ νύ τοι ἰοὶ
15.441 ὠκύμοροι καὶ τόξον τοι πόρε Φοῖβος Ἀπόλλων ;
15.442 ὣς φάθ’ , δὲ ξυνέηκε , θέων δέ οἱ ἄγχι παρέστη ,
15.443 τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
15.444 ἰοδόκον · μάλα δ’ ὦκα βέλεα Τρώεσσιν ἐφίει .
15.445 καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
15.446 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
15.447 ἡνία χερσὶν ἔχοντα · μὲν πεπόνητο καθ’ ἵππους ·
15.448 τῇ γὰρ ἔχ’ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
15.449 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος · τάχα δ’ αὐτῷ
15.450 ἦλθε κακόν , τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ .
15.451 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός ·
15.452 ἤριπε δ’ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
15.453 κείν’ ὄχεα κροτέοντες . ἄναξ δ’ ἐνόησε τάχιστα
15.454 Πουλυδάμας , καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων .