15.396 Τρῶας , ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε ,
15.397 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ πεπλήγετο μηρὼ
15.398 χερσὶ καταπρηνέσσ’ , ὀλοφυρόμενος δ’ ἔπος ηὔδα ·
15.399 Εὐρύπυλ’ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ’ ἔμπης
15.400 ἐνθάδε παρμενέμεν · δὴ γὰρ μέγα νεῖκος ὄρωρεν ·
15.401 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω , αὐτὰρ ἔγωγε
15.402 σπεύσομαι εἰς Ἀχιλῆα , ἵν’ ὀτρύνω πολεμίζειν .
15.403 τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
15.404 παρειπών ; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου .
15.405 τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον · αὐτὰρ Ἀχαιοὶ
15.406 Τρῶας ἐπερχομένους μένον ἔμπεδον , οὐδ’ ἐδύναντο
15.407 παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν ·
15.408 οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
15.409 ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν .
15.410 ἀλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
15.411 τέκτονος ἐν παλάμῃσι δαήμονος , ὅς ῥά τε πάσης
15.412 εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης ,
15.413 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε ·
15.414 ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν ,
15.415 Ἕκτωρ δ’ ἄντ’ Αἴαντος ἐείσατο κυδαλίμοιο .
15.416 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον , οὐδὲ δύναντο
15.417 οὔθ’ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
15.418 οὔθ’ τὸν ἂψ ὤσασθαι , ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων .
15.419 ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
15.420 πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί .
15.421 δούπησεν δὲ πεσών , δαλὸς δέ οἱ ἔκπεσε χειρός .
15.422 Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
15.423 ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης ,
15.424 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
15.425 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ