15.364 ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων .
15.365 ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
15.366 σύγχεας Ἀργείων , αὐτοῖσι δὲ φύζαν ἐνῶρσας .
15.367 ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες ,
15.368 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
15.369 χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος ·
15.370 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
15.371 εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα ·
15.372 Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
15.373 βοὸς οἰὸς κατὰ πίονα μηρία καίων
15.374 εὔχετο νοστῆσαι , σὺ δ’ ὑπέσχεο καὶ κατένευσας ,
15.375 τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ ,
15.376 μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς .
15.377 ὣς ἔφατ’ εὐχόμενος , μέγα δ’ ἔκτυπε μητίετα Ζεύς ,
15.378 ἀράων ἀΐων Νηληϊάδαο γέροντος .
15.379 Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο ,
15.380 μᾶλλον ἐπ’ Ἀργείοισι θόρον , μνήσαντο δὲ χάρμης .
15.381 οἳ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
15.382 νηὸς ὑπὲρ τοίχων καταβήσεται , ὁππότ’ ἐπείγῃ
15.383 ἲς ἀνέμου · γάρ τε μάλιστά γε κύματ’ ὀφέλλει ·
15.384 ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον ,
15.385 ἵππους δ’ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
15.386 ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν , οἳ μὲν ἀφ’ ἵππων ,
15.387 οἳ δ’ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
15.388 μακροῖσι ξυστοῖσι , τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο
15.389 ναύμαχα κολλήεντα , κατὰ στόμα εἱμένα χαλκῷ .
15.390 Πάτροκλος δ’ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
15.391 τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν ,
15.392 τόφρ’ γ’ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
15.393 ἧστό τε καὶ τὸν ἔτερπε λόγοις , ἐπὶ δ’ ἕλκεϊ λυγρῷ
15.394 φάρμακ’ ἀκέσματ’ ἔπασσε μελαινάων ὀδυνάων .
15.395 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε