15.332 Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν .
15.333 ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
15.334 ἔσκε Μέδων Αἴαντος ἀδελφεός · αὐτὰρ ἔναιεν
15.335 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
15.336 γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ’ Ὀϊλεύς ·
15.337 Ἴασος αὖτ’ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο ,
15.338 υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο .
15.339 Μηκιστῆ δ’ ἕλε Πουλυδάμας , Ἐχίον δὲ Πολίτης
15.340 πρώτῃ ἐν ὑσμίνῃ , Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ .
15.341 Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
15.342 φεύγοντ’ ἐν προμάχοισι , διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν .
15.343 ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα , τόφρα δ’ Ἀχαιοὶ
15.344 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
15.345 ἔνθα καὶ ἔνθα φέβοντο , δύοντο δὲ τεῖχος ἀνάγκῃ .
15.346 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
15.347 νηυσὶν ἐπισσεύεσθαι , ἐᾶν δ’ ἔναρα βροτόεντα ·
15.348 ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω ,
15.349 αὐτοῦ οἱ θάνατον μητίσομαι , οὐδέ νυ τόν γε
15.350 γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα ,
15.351 ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο .
15.352 ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
15.353 κεκλόμενος Τρώεσσι κατὰ στίχας · οἳ δὲ σὺν αὐτῷ
15.354 πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
15.355 ἠχῇ θεσπεσίῃ · προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
15.356 ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
15.357 ἐς μέσσον κατέβαλλε , γεφύρωσεν δὲ κέλευθον
15.358 μακρὴν ἠδ’ εὐρεῖαν , ὅσον τ’ ἐπὶ δουρὸς ἐρωὴ
15.359 γίγνεται , ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι .
15.360 τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν , πρὸ δ’ Ἀπόλλων
15.361 αἰγίδ’ ἔχων ἐρίτιμον · ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
15.362 ῥεῖα μάλ’ , ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης ,
15.363 ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν