15.301 οἳ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
15.302 Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ
15.303 ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
15.304 Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον · αὐτὰρ ὀπίσσω
15.305 πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο .
15.306 Τρῶες δὲ προὔτυψαν ἀολλέες , ἦρχε δ’ ἄρ’ Ἕκτωρ
15.307 μακρὰ βιβάς · πρόσθεν δὲ κί’ αὐτοῦ Φοῖβος Ἀπόλλων
15.308 εἱμένος ὤμοιιν νεφέλην , ἔχε δ’ αἰγίδα θοῦριν
15.309 δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’ , ἣν ἄρα χαλκεὺς
15.310 Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν ·
15.311 τὴν ἄρ’ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν .
15.312 Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες , ὦρτο δ’ ἀϋτὴ
15.313 ὀξεῖ’ ἀμφοτέρωθεν , ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ
15.314 θρῷσκον · πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
15.315 ἄλλα μὲν ἐν χροῒ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν ,
15.316 πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
15.317 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι .
15.318 ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων ,
15.319 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο , πῖπτε δὲ λαός .
15.320 αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
15.321 σεῖσ’ , ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα , τοῖσι δὲ θυμὸν
15.322 ἐν στήθεσσιν ἔθελξε , λάθοντο δὲ θούριδος ἀλκῆς .
15.323 οἳ δ’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην πῶϋ μέγ’ οἰῶν
15.324 θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
15.325 ἐλθόντ’ ἐξαπίνης σημάντορος οὐ παρεόντος ,
15.326 ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες · ἐν γὰρ Ἀπόλλων
15.327 ἧκε φόβον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν .
15.328 ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης .
15.329 Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε ,
15.330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων ,
15.331 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον ·