15.271 οἳ δ’ ὥς τ’ ἔλαφον κεραὸν ἄγριον αἶγα
15.272 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται ·
15.273 τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
15.274 εἰρύσατ’ , οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν ·
15.275 τῶν δέ θ’ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
15.276 εἰς ὁδόν , αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας ·
15.277 ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
15.278 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν ·
15.279 αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν
15.280 τάρβησαν , πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός .
15.281 τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός ,
15.282 Αἰτωλῶν ὄχ’ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
15.283 ἐσθλὸς δ’ ἐν σταδίῃ · ἀγορῇ δέ παῦροι Ἀχαιῶν
15.284 νίκων , ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων ·
15.285 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
15.286 πόποι μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι ,
15.287 οἷον δ’ αὖτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
15.288 Ἕκτωρ · θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
15.289 χερσὶν ὑπ’ Αἴαντος θανέειν Τελαμωνιάδαο .
15.290 ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
15.291 Ἕκτορ’ , δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ ἔλυσεν ,
15.292 ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι · οὐ γὰρ ἄτερ γε
15.293 Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν .
15.294 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες .
15.295 πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι ·
15.296 αὐτοὶ δ’ , ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’ εἶναι ,
15.297 στήομεν , εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
15.298 δούρατ’ ἀνασχόμενοι · τὸν δ’ οἴω καὶ μεμαῶτα
15.299 θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον .
15.300 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ·