15.240 ἥμενον , οὐδ’ ἔτι κεῖτο , νέον δ’ ἐσαγείρετο θυμόν ,
15.241 ἀμφὶ γιγνώσκων ἑτάρους · ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
15.242 παύετ’ , ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο .
15.243 ἀγχοῦ δ’ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων ·
15.244 Ἕκτορ υἱὲ Πριάμοιο , τί δὲ σὺ νόσφιν ἀπ’ ἄλλων
15.245 ἧσ’ ὀλιγηπελέων ; πού τί σε κῆδος ἱκάνει ;
15.246 τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ ·
15.247 τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ’ εἴρεαι ἄντην ;
15.248 οὐκ ἀΐεις με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
15.249 οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
15.250 χερμαδίῳ πρὸς στῆθος , ἔπαυσε δὲ θούριδος ἀλκῆς ;
15.251 καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀΐδαο
15.252 ἤματι τῷδ’ ἵξεσθαι , ἐπεὶ φίλον ἄϊον ἦτορ .
15.253 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων ·
15.254 θάρσει νῦν · τοῖόν τοι ἀοσσητῆρα Κρονίων
15.255 ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
15.256 Φοῖβον Ἀπόλλωνα χρυσάορον , ὅς σε πάρος περ
15.257 ῥύομ’ , ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον .
15.258 ἀλλ’ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
15.259 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους ·
15.260 αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
15.261 πᾶσαν λειανέω , τρέψω δ’ ἥρωας Ἀχαιούς .
15.262 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν .
15.263 ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
15.264 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
15.265 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
15.266 κυδιόων · ὑψοῦ δὲ κάρη ἔχει , ἀμφὶ δὲ χαῖται
15.267 ὤμοις ἀΐσσονται · δ’ ἀγλαΐηφι πεποιθὼς
15.268 ῥίμφά γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων ·
15.269 ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα
15.270 ὀτρύνων ἱππῆας , ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν .