15.209 ὁππότ’ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
15.210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν .
15.211 ἀλλ’ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω ·
15.212 ἄλλο δέ τοι ἐρέω , καὶ ἀπειλήσω τό γε θυμῷ ·
15.213 αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
15.214 Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
15.215 Ἰλίου αἰπεινῆς πεφιδήσεται , οὐδ’ ἐθελήσει
15.216 ἐκπέρσαι , δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν ,
15.217 ἴστω τοῦθ’ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται .
15.218 ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος ,
15.219 δῦνε δὲ πόντον ἰών , πόθεσαν δ’ ἥρωες Ἀχαιοί .
15.220 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς ·
15.221 ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν ·
15.222 ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
15.223 οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
15.224 ἡμέτερον · μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι ,
15.225 οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες .
15.226 ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
15.227 ἔπλετο , ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
15.228 χεῖρας ἐμάς , ἐπεὶ οὔ κεν ἀνιδρωτί γ’ ἐτελέσθη .
15.229 ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν ,
15.230 τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς ·
15.231 σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ ·
15.232 τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα , ὄφρ’ ἂν Ἀχαιοὶ
15.233 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται .
15.234 κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε ,
15.235 ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο .
15.236 ὣς ἔφατ’ , οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων ,
15.237 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
15.238 ὠκέϊ φασσοφόνῳ , ὅς τ’ ὤκιστος πετεηνῶν .
15.239 εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον