15.180 ἐνθάδ’ ἐλεύσεσθαι · σὲ δ’ ὑπεξαλέασθαι ἄνωγε
15.181 χεῖρας , ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
15.182 καὶ γενεῇ πρότερος · σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ
15.183 ἶσόν οἱ φάσθαι , τόν τε στυγέουσι καὶ ἄλλοι .
15.184 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος ·
15.185 πόποι ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
15.186 εἴ μ’ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει .
15.187 τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
15.188 Ζεὺς καὶ ἐγώ , τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσων .
15.189 τριχθὰ δὲ πάντα δέδασται , ἕκαστος δ’ ἔμμορε τιμῆς ·
15.190 ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
15.191 παλλομένων , Ἀΐδης δ’ ἔλαχε ζόφον ἠερόεντα ,
15.192 Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι ·
15.193 γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος .
15.194 τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν , ἀλλὰ ἕκηλος
15.195 καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ .
15.196 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω ·
15.197 θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
15.198 ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός ,
15.199 οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ .
15.200 τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις ·
15.201 οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
15.202 τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε ,
15.203 τι μεταστρέψεις ; στρεπταὶ μέν τε φρένες ἐσθλῶν .
15.204 οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται .
15.205 τὴν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων ·
15.206 Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες ·
15.207 ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ .
15.208 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει