15.149 μὲν ἄρ’ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη ,
15.150 ἕζετο δ’ εἰνὶ θρόνῳ · τὼ δ’ ἀΐξαντε πετέσθην .
15.151 Ἴδην δ’ ἵκανον πολυπίδακα μητέρα θηρῶν ,
15.152 εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
15.153 ἥμενον · ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο .
15.154 τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο
15.155 στήτην · οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ ,
15.156 ὅττί οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην .
15.157 Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα ·
15.158 βάσκ’ ἴθι Ἶρι ταχεῖα , Ποσειδάωνι ἄνακτι
15.159 πάντα τάδ’ ἀγγεῖλαι , μὴ δὲ ψευδάγγελος εἶναι .
15.160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
15.161 ἔρχεσθαι μετὰ φῦλα θεῶν εἰς ἅλα δῖαν .
15.162 εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται , ἀλλ’ ἀλογήσει ,
15.163 φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
15.164 μή μ’ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
15.165 μεῖναι , ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
15.166 καὶ γενεῇ πρότερος · τοῦ δ’ οὐκ ὄθεται φίλον ἦτορ
15.167 ἶσον ἐμοὶ φάσθαι , τόν τε στυγέουσι καὶ ἄλλοι .
15.168 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις ,
15.169 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν .
15.170 ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
15.171 ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο ,
15.172 ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις ,
15.173 ἀγχοῦ δ’ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον ·
15.174 ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
15.175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο .
15.176 παυσάμενόν σ’ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
15.177 ἔρχεσθαι μετὰ φῦλα θεῶν εἰς ἅλα δῖαν .
15.178 εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπιπείσεαι , ἀλλ’ ἀλογήσεις ,
15.179 ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων