15.120 ζευγνύμεν , αὐτὸς δ’ ἔντε’ ἐδύσετο παμφανόωντα .
15.121 ἔνθά κ’ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
15.122 πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη ,
15.123 εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
15.124 ὦρτο διὲκ προθύρου , λίπε δὲ θρόνον ἔνθα θάασσε ,
15.125 τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο καὶ σάκος ὤμων ,
15.126 ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
15.127 χάλκεον · δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα ·
15.128 μαινόμενε φρένας ἠλὲ διέφθορας · νύ τοι αὔτως
15.129 οὔατ’ ἀκουέμεν ἐστί , νόος δ’ ἀπόλωλε καὶ αἰδώς .
15.130 οὐκ ἀΐεις τέ φησι θεὰ λευκώλενος Ἥρη
15.131 δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν ;
15.132 ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
15.133 ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ ,
15.134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι ;
15.135 αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
15.136 λείψει , δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον ,
15.137 μάρψει δ’ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί .
15.138 τώ σ’ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος ·
15.139 ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
15.140 πέφατ’ , καὶ ἔπειτα πεφήσεται · ἀργαλέον δὲ
15.141 πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε .
15.142 ὣς εἰποῦσ’ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα .
15.143 Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
15.144 Ἶρίν θ’ , τε θεοῖσι μετάγγελος ἀθανάτοισι ,
15.145 καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
15.146 Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα ·
15.147 αὐτὰρ ἐπὴν ἔλθητε , Διός τ’ εἰς ὦπα ἴδησθε ,
15.148 ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ .