15.91 μάλα δή σ’ ἐφόβησε Κρόνου πάϊς , ὅς τοι ἀκοίτης .
15.92 τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη ·
15.93 μή με θεὰ Θέμι ταῦτα διείρεο · οἶσθα καὶ αὐτὴ
15.94 οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής .
15.95 ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης ·
15.96 ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
15.97 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται · οὐδέ τί φημι
15.98 πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν , οὔτε βροτοῖσιν
15.99 οὔτε θεοῖς , εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων .
15.100 μὲν ἄρ’ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη ,
15.101 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοί · δ’ ἐγέλασσε
15.102 χείλεσιν , οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν
15.103 ἰάνθη · πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα ·
15.104 νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες ·
15.105 ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
15.106 ἔπει ἠὲ βίῃ · δ’ ἀφήμενος οὐκ ἀλεγίζει
15.107 οὐδ’ ὄθεται · φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
15.108 κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος .
15.109 τὼ ἔχεθ’ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ .
15.110 ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηΐ γε πῆμα τετύχθαι ·
15.111 υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
15.112 Ἀσκάλαφος , τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης .
15.113 ὣς ἔφατ’ , αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
15.114 χερσὶ καταπρηνέσσ’ , ὀλοφυρόμενος δ’ ἔπος ηὔδα ·
15.115 μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντες
15.116 τίσασθαι φόνον υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν ,
15.117 εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
15.118 κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν .
15.119 ὣς φάτο , καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε