15.60 αὖτις δ’ ἐμπνεύσῃσι μένος , λελάθῃ δ’ ὀδυνάων
15.61 αἳ νῦν μιν τείρουσι κατὰ φρένας , αὐτὰρ Ἀχαιοὺς
15.62 αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας ,
15.63 φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
15.64 Πηλεΐδεω Ἀχιλῆος · δ’ ἀνστήσει ὃν ἑταῖρον
15.65 Πάτροκλον · τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
15.66 Ἰλίου προπάροιθε πολέας ὀλέσαντ’ αἰζηοὺς
15.67 τοὺς ἄλλους , μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον .
15.68 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς .
15.69 ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
15.70 αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς κ’ Ἀχαιοὶ
15.71 Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς .
15.72 τὸ πρὶν δ’ οὔτ’ ἄρ’ ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον
15.73 ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω
15.74 πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ ,
15.75 ὥς οἱ ὑπέστην πρῶτον , ἐμῷ δ’ ἐπένευσα κάρητι ,
15.76 ἤματι τῷ ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων ,
15.77 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον .
15.78 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη ,
15.79 βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον .
15.80 ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος , ὅς τ’ ἐπὶ πολλὴν
15.81 γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
15.82 ἔνθ’ εἴην ἔνθα , μενοινήῃσί τε πολλά ,
15.83 ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη ·
15.84 ἵκετο δ’ αἰπὺν Ὄλυμπον , ὁμηγερέεσσι δ’ ἐπῆλθεν
15.85 ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ · οἳ δὲ ἰδόντες
15.86 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν .
15.87 δ’ ἄλλους μὲν ἔασε , Θέμιστι δὲ καλλιπαρῄῳ
15.88 δέκτο δέπας · πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα ,
15.89 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
15.90 Ἥρη τίπτε βέβηκας ; ἀτυζομένῃ δὲ ἔοικας ·