15.30 Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα .
15.31 τῶν σ’ αὖτις μνήσω ἵν’ ἀπολλήξῃς ἀπατάων ,
15.32 ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή ,
15.33 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας .
15.34 ὣς φάτο , ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη ,
15.35 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
15.36 ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
15.37 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ , ὅς τε μέγιστος
15.38 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι ,
15.39 σή θ’ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
15.40 κουρίδιον , τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι ·
15.41 μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
15.42 πημαίνει Τρῶάς τε καὶ Ἕκτορα , τοῖσι δ’ ἀρήγει ,
15.43 ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει ,
15.44 τειρομένους δ’ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς .
15.45 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
15.46 τῇ ἴμεν κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς .
15.47 ὣς φάτο , μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε ,
15.48 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα ·
15.49 εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπις πότνια Ἥρη
15.50 ἶσον ἐμοὶ φρονέουσα μετ’ ἀθανάτοισι καθίζοις ,
15.51 τώ κε Ποσειδάων γε , καὶ εἰ μάλα βούλεται ἄλλῃ ,
15.52 αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ .
15.53 ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις ,
15.54 ἔρχεο νῦν μετὰ φῦλα θεῶν , καὶ δεῦρο κάλεσσον
15.55 Ἶρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον ,
15.56 ὄφρ’ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
15.57 ἔλθῃ , καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
15.58 παυσάμενον πολέμοιο τὰ πρὸς δώμαθ’ ἱκέσθαι ,
15.59 Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων ,