15.1 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
15.2 φεύγοντες , πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν ,
15.3 οἳ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες
15.4 χλωροὶ ὑπαὶ δείους πεφοβημένοι · ἔγρετο δὲ Ζεὺς
15.5 Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης ,
15.6 στῆ δ’ ἄρ’ ἀναΐξας , ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
15.7 τοὺς μὲν ὀρινομένους , τοὺς δὲ κλονέοντας ὄπισθεν
15.8 Ἀργείους , μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα ·
15.9 Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον , ἀμφὶ δ’ ἑταῖροι
15.10 εἵαθ’ , δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι κῆρ ἀπινύσσων
15.11 αἷμ’ ἐμέων , ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν .
15.12 τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε ,
15.13 δεινὰ δ’ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν ·
15.14 μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
15.15 Ἕκτορα δῖον ἔπαυσε μάχης , ἐφόβησε δὲ λαούς .
15.16 οὐ μὰν οἶδ’ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
15.17 πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω .
15.18 οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν , ἐκ δὲ ποδοῖιν
15.19 ἄκμονας ἧκα δύω , περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
15.20 χρύσεον ἄρρηκτον ; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν
15.21 ἐκρέμω · ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον ,
15.22 λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν · ὃν δὲ λάβοιμι
15.23 ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ’ ἂν ἵκηται
15.24 γῆν ὀλιγηπελέων · ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει
15.25 ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο ,
15.26 τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
15.27 πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα ,
15.28 καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας .
15.29 τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις