14.337 ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ ,
14.338 ἔστιν τοι θάλαμος , τόν τοι φίλος υἱὸς ἔτευξεν
14.339 Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν ·
14.340 ἔνθ’ ἴομεν κείοντες , ἐπεί νύ τοι εὔαδεν εὐνή .
14.341 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
14.342 Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν’ ἀνδρῶν
14.343 ὄψεσθαι · τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
14.344 χρύσεον · οὐδ’ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ ,
14.345 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι .
14.346 ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν ·
14.347 τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην ,
14.348 λωτόν θ’ ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον
14.349 πυκνὸν καὶ μαλακόν , ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργε .
14.350 τῷ ἔνι λεξάσθην , ἐπὶ δὲ νεφέλην ἕσσαντο
14.351 καλὴν χρυσείην · στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι .
14.352 ὣς μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ ,
14.353 ὕπνῳ καὶ φιλότητι δαμείς , ἔχε δ’ ἀγκὰς ἄκοιτιν ·
14.354 βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
14.355 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ ·
14.356 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
14.357 πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε ,
14.358 καί σφιν κῦδος ὄπαζε μίνυνθά περ , ὄφρ’ ἔτι εὕδει
14.359 Ζεύς , ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ’ ἐκάλυψα ·
14.360 Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι .
14.361 ὣς εἰπὼν μὲν ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων ,
14.362 τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν .
14.363 αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν ·
14.364 Ἀργεῖοι καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην
14.365 Πριαμίδῃ , ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται ;