14.366 ἀλλ’ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ’ Ἀχιλλεὺς
14.367 νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ ·
14.368 κείνου δ’ οὔ τι λίην ποθὴ ἔσσεται , εἴ κεν οἳ ἄλλοι
14.369 ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν .
14.370 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·
14.371 ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
14.372 ἑσσάμενοι , κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
14.373 κρύψαντες , χερσίν τε τὰ μακρότατ’ ἔγχε’ ἑλόντες
14.374 ἴομεν · αὐτὰρ ἐγὼν ἡγήσομαι , οὐδ’ ἔτι φημὶ
14.375 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα .
14.376 ὃς δέ κ’ ἀνὴρ μενέχαρμος , ἔχει δ’ ὀλίγον σάκος ὤμῳ ,
14.377 χείρονι φωτὶ δότω , δ’ ἐν ἀσπίδι μείζονι δύτω .
14.378 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ·
14.379 τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
14.380 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων ·
14.381 οἰχόμενοι δ’ ἐπὶ πάντας ἀρήϊα τεύχε’ ἄμειβον ·
14.382 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε , χέρεια δὲ χείρονι δόσκεν .
14.383 αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
14.384 βάν ῥ’ ἴμεν · ἦρχε δ’ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
14.385 δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
14.386 εἴκελον ἀστεροπῇ · τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι
14.387 ἐν δαῒ λευγαλέῃ , ἀλλὰ δέος ἰσχάνει ἄνδρας .
14.388 Τρῶας δ’ αὖθ’ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ .
14.389 δή ῥα τότ’ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
14.390 κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ ,
14.391 ἤτοι μὲν Τρώεσσιν , δ’ Ἀργείοισιν ἀρήγων .
14.392 ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
14.393 Ἀργείων · οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ .
14.394 οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
14.395 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ ·