14.306 εὐνῆς καὶ φιλότητος , ἐπεὶ χόλος ἔμπεσε θυμῷ .
14.307 ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
14.308 ἑστᾶσ’ , οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν .
14.309 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ἱκάνω ,
14.310 μή πώς μοι μετέπειτα χολώσεαι , αἴ κε σιωπῇ
14.311 οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο .
14.312 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
14.313 Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι ,
14.314 νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε .
14.315 οὐ γάρ πώ ποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
14.316 θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν ,
14.317 οὐδ’ ὁπότ’ ἠρασάμην Ἰξιονίης ἀλόχοιο ,
14.318 τέκε Πειρίθοον θεόφιν μήστωρ’ ἀτάλαντον ·
14.319 οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης ,
14.320 τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν ·
14.321 οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο ,
14.322 τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν ·
14.323 οὐδ’ ὅτε περ Σεμέλης οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβῃ ,
14.324 ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα ·
14.325 δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν ·
14.326 οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης ,
14.327 οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος , οὐδὲ σεῦ αὐτῆς ,
14.328 ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ .
14.329 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·
14.330 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες .
14.331 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
14.332 Ἴδης ἐν κορυφῇσι , τὰ δὲ προπέφανται ἅπαντα ·
14.333 πῶς κ’ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
14.334 εὕδοντ’ ἀθρήσειε , θεοῖσι δὲ πᾶσι μετελθὼν
14.335 πεφράδοι ; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
14.336 ἐξ εὐνῆς ἀνστᾶσα , νεμεσσητὸν δέ κεν εἴη .