14.215 ποικίλον , ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο ·
14.216 ἔνθ’ ἔνι μὲν φιλότης , ἐν δ’ ἵμερος , ἐν δ’ ὀαριστὺς
14.217 πάρφασις , τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων .
14.218 τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
14.219 τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
14.220 ποικίλον , ἔνι πάντα τετεύχαται · οὐδέ σέ φημι
14.221 ἄπρηκτόν γε νέεσθαι , τι φρεσὶ σῇσι μενοινᾷς .
14.222 ὣς φάτο , μείδησεν δὲ βοῶπις πότνια Ἥρη ,
14.223 μειδήσασα δ’ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ .
14.224 μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη ,
14.225 Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο ,
14.226 Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
14.227 σεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
14.228 ἀκροτάτας κορυφάς · οὐδὲ χθόνα μάρπτε ποδοῖιν ·
14.229 ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα ,
14.230 Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος .
14.231 ἔνθ’ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο ,
14.232 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
14.233 Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων ,
14.234 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες , ἠδ’ ἔτι καὶ νῦν
14.235 πείθευ · ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα .
14.236 κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινὼ
14.237 αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι .
14.238 δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
14.239 χρύσεον · Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις
14.240 τεύξει’ ἀσκήσας , ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει ,
14.241 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων .
14.242 τὴν δ’ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος ·
14.243 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο