14.185 καλῷ νηγατέῳ · λευκὸν δ’ ἦν ἠέλιος ὥς ·
14.186 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα .
14.187 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
14.188 βῆ ῥ’ ἴμεν ἐκ θαλάμοιο , καλεσσαμένη δ’ Ἀφροδίτην
14.189 τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε ·
14.190 ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω ,
14.191 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ ,
14.192 οὕνεκ’ ἐγὼ Δαναοῖσι , σὺ δὲ Τρώεσσιν ἀρήγεις ;
14.193 τὴν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη ·
14.194 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
14.195 αὔδα τι φρονέεις · τελέσαι δέ με θυμὸς ἄνωγεν ,
14.196 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν .
14.197 τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη ·
14.198 δὸς νῦν μοι φιλότητα καὶ ἵμερον , τε σὺ πάντας
14.199 δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους .
14.200 εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης ,
14.201 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν ,
14.202 οἵ μ’ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλλον
14.203 δεξάμενοι Ῥείας , ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
14.204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης ·
14.205 τοὺς εἶμ’ ὀψομένη , καί σφ’ ἄκριτα νείκεα λύσω ·
14.206 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
14.207 εὐνῆς καὶ φιλότητος , ἐπεὶ χόλος ἔμπεσε θυμῷ .
14.208 εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
14.209 εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι ,
14.210 αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην .
14.211 τὴν δ’ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη ·
14.212 οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι ·
14.213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις .
14.214 , καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα