14.244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
14.245 ῥεῖα κατευνήσαιμι , καὶ ἂν ποταμοῖο ῥέεθρα
14.246 Ὠκεανοῦ , ὅς περ γένεσις πάντεσσι τέτυκται ·
14.247 Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
14.248 οὐδὲ κατευνήσαιμ’ , ὅτε μὴ αὐτός γε κελεύοι .
14.249 ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
14.250 ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
14.251 ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας .
14.252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
14.253 νήδυμος ἀμφιχυθείς · σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
14.254 ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας ,
14.255 καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας
14.256 νόσφι φίλων πάντων . δ’ ἐπεγρόμενος χαλέπαινε
14.257 ῥιπτάζων κατὰ δῶμα θεούς , ἐμὲ δ’ ἔξοχα πάντων
14.258 ζήτει · καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ ,
14.259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν ·
14.260 τὴν ἱκόμην φεύγων , δ’ ἐπαύσατο χωόμενός περ .
14.261 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι .
14.262 νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι .
14.263 τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη ·
14.264 Ὕπνε τί δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς ;
14.265 φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
14.266 ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο ;
14.267 ἀλλ’ ἴθ’ , ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
14.268 δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν .
14.270 ὣς φάτο , χήρατο δ’ Ὕπνος , ἀμειβόμενος δὲ προσηύδα ·
14.271 ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ ,
14.272 χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν ,
14.273 τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην , ἵνα νῶϊν ἅπαντες
14.274 μάρτυροι ὦσ’ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες ,