14.152 καρδίῃ , ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι .
14.153 Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
14.154 στᾶσ’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου · αὐτίκα δ’ ἔγνω
14.155 τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
14.156 αὐτοκασίγνητον καὶ δαέρα , χαῖρε δὲ θυμῷ ·
14.157 Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
14.158 ἥμενον εἰσεῖδε , στυγερὸς δέ οἱ ἔπλετο θυμῷ .
14.159 μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρη
14.160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο ·
14.161 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
14.162 ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν αὐτήν ,
14.163 εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
14.164 χροιῇ , τῷ δ’ ὕπνον ἀπήμονά τε λιαρόν τε
14.165 χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι .
14.166 βῆ δ’ ἴμεν ἐς θάλαμον , τόν οἱ φίλος υἱὸς ἔτευξεν
14.167 Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
14.168 κληῗδι κρυπτῇ , τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν ·
14.169 ἔνθ’ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς .
14.170 ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
14.171 λύματα πάντα κάθηρεν , ἀλείψατο δὲ λίπ’ ἐλαίῳ
14.172 ἀμβροσίῳ ἑδανῷ , τό ῥά οἱ τεθυωμένον ἦεν ·
14.173 τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
14.174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή .
14.175 τῷ ῥ’ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
14.176 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
14.177 καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο .
14.178 ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιον ἑανὸν ἕσαθ’ , ὅν οἱ Ἀθήνη
14.179 ἔξυσ’ ἀσκήσασα , τίθει δ’ ἐνὶ δαίδαλα πολλά ·
14.180 χρυσείῃς δ’ ἐνετῇσι κατὰ στῆθος περονᾶτο .
14.181 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ ,
14.182 ἐν δ’ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
14.183 τρίγληνα μορόεντα · χάρις δ’ ἀπελάμπετο πολλή .
14.184 κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάων