14.123 πυροφόροι , πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς ,
14.124 πολλὰ δέ οἱ πρόβατ’ ἔσκε · κέκαστο δὲ πάντας Ἀχαιοὺς
14.125 ἐγχείῃ · τὰ δὲ μέλλετ’ ἀκουέμεν , εἰ ἐτεόν περ .
14.126 τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
14.127 μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ’ ἐῢ εἴπω .
14.128 δεῦτ’ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ .
14.129 ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
14.130 ἐκ βελέων , μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται ·
14.131 ἄλλους δ’ ὀτρύνοντες ἐνήσομεν , οἳ τὸ πάρος περ
14.132 θυμῷ ἦρα φέροντες ἀφεστᾶσ’ οὐδὲ μάχονται .
14.133 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ·
14.134 βὰν δ’ ἴμεν , ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
14.135 οὐδ’ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος ,
14.136 ἀλλὰ μετ’ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς ,
14.137 δεξιτερὴν δ’ ἕλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρεΐδαο ,
14.138 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
14.139 Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
14.140 γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
14.141 δερκομένῳ , ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί .
14.142 ἀλλ’ μὲν ὣς ἀπόλοιτο , θεὸς δέ σιφλώσειε ·
14.143 σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν ,
14.144 ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
14.145 εὐρὺ κονίσουσιν πεδίον , σὺ δ’ ἐπόψεαι αὐτὸς
14.146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων .
14.147 ὣς εἰπὼν μέγ’ ἄϋσεν ἐπεσσύμενος πεδίοιο .
14.148 ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον δεκάχιλοι
14.149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος ,
14.150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
14.151 ἧκεν · Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ