14.94 τοσσοίδ’ ὅσσοισιν σὺ μετ’ Ἀργείοισιν ἀνάσσεις ·
14.95 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας , οἷον ἔειπες ·
14.96 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
14.97 νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν , ὄφρ’ ἔτι μᾶλλον
14.98 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης ,
14.99 ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ . οὐ γὰρ Ἀχαιοὶ
14.100 σχήσουσιν πόλεμον νηῶν ἅλα δ’ ἑλκομενάων ,
14.101 ἀλλ’ ἀποπαπτανέουσιν , ἐρωήσουσι δὲ χάρμης .
14.102 ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν .
14.103 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
14.104 Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
14.105 ἀργαλέῃ · ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
14.106 νῆας ἐϋσσέλμους ἅλα δ’ ἑλκέμεν υἷας Ἀχαιῶν .
14.107 νῦν δ’ εἴη ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι
14.108 νέος ἠὲ παλαιός · ἐμοὶ δέ κεν ἀσμένῳ εἴη .
14.109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
14.110 ἐγγὺς ἀνήρ · οὐ δηθὰ ματεύσομεν · αἴ κ’ ἐθέλητε
14.111 πείθεσθαι , καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
14.112 οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ’ ὑμῖν ·
14.113 πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
14.114 Τυδέος , ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει .
14.115 πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο ,
14.116 οἴκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
14.117 Ἄγριος ἠδὲ Μέλας , τρίτατος δ’ ἦν ἱππότα Οἰνεὺς
14.118 πατρὸς ἐμοῖο πατήρ · ἀρετῇ δ’ ἦν ἔξοχος αὐτῶν .
14.119 ἀλλ’ μὲν αὐτόθι μεῖνε , πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη
14.120 πλαγχθείς · ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι .
14.121 Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν , ναῖε δὲ δῶμα
14.122 ἀφνειὸν βιότοιο , ἅλις δέ οἱ ἦσαν ἄρουραι