14.64 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
14.65 Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται ,
14.66 τεῖχος δ’ οὐκ ἔχραισμε τετυγμένον , οὐδέ τι τάφρος ,
14.67 ἔπι πολλὰ πάθον Δαναοί , ἔλποντο δὲ θυμῷ
14.68 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι ·
14.69 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
14.70 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς .
14.71 ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν ,
14.72 οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
14.73 κυδάνει , ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν .
14.74 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες .
14.75 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
14.76 ἕλκωμεν , πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν ,
14.77 ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν , εἰς κεν ἔλθῃ
14.78 νὺξ ἀβρότη , ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
14.79 Τρῶες · ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας .
14.80 οὐ γάρ τις νέμεσις φυγέειν κακόν , οὐδ’ ἀνὰ νύκτα .
14.81 βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ .
14.82 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
14.83 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων ·
14.84 οὐλόμεν’ αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
14.85 σημαίνειν , μὴ δ’ ἄμμιν ἀνασσέμεν , οἷσιν ἄρα Ζεὺς
14.86 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
14.87 ἀργαλέους πολέμους , ὄφρα φθιόμεσθα ἕκαστος .
14.88 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
14.89 καλλείψειν , ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά ;
14.90 σίγα , μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
14.91 μῦθον , ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
14.92 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
14.93 σκηπτοῦχός τ’ εἴη , καί οἱ πειθοίατο λαοὶ