14.33 οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
14.34 αἰγιαλὸς νῆας χαδέειν , στείνοντο δὲ λαοί ·
14.35 τώ ῥα προκρόσσας ἔρυσαν , καὶ πλῆσαν ἁπάσης
14.36 ἠϊόνος στόμα μακρόν , ὅσον συνεέργαθον ἄκραι .
14.37 τώ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
14.38 ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι · ἄχνυτο δέ σφι
14.39 θυμὸς ἐνὶ στήθεσσιν . δὲ ξύμβλητο γεραιὸς
14.40 Νέστωρ , πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν .
14.41 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων ·
14.42 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
14.43 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ ἀφικάνεις ;
14.44 δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ ,
14.45 ὥς ποτ’ ἐπηπείλησεν ἐνὶ Τρώεσσ’ ἀγορεύων
14.46 μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
14.47 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι , κτεῖναι δὲ καὶ αὐτούς .
14.48 κεῖνος τὼς ἀγόρευε · τὰ δὴ νῦν πάντα τελεῖται .
14.49 πόποι ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
14.50 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
14.51 οὐδ’ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι .
14.52 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
14.53 δὴ ταῦτά γ’ ἑτοῖμα τετεύχαται , οὐδέ κεν ἄλλως
14.54 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο .
14.55 τεῖχος μὲν γὰρ δὴ κατερήριπεν , ἐπέπιθμεν
14.56 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι ·
14.57 οἳ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
14.58 νωλεμές · οὐδ’ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
14.59 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται ,
14.60 ὡς ἐπιμὶξ κτείνονται , ἀϋτὴ δ’ οὐρανὸν ἵκει .
14.61 ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα
14.62 εἴ τι νόος ῥέξει · πόλεμον δ’ οὐκ ἄμμε κελεύω
14.63 δύμεναι · οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι .