14.1 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης ,
14.2 ἀλλ’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα ·
14.3 φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα ·
14.4 μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν .
14.5 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
14.6 εἰς κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
14.7 θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα ·
14.8 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν .
14.9 ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
14.10 κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
14.11 χαλκῷ παμφαῖνον · δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο .
14.12 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ ,
14.13 στῆ δ’ ἐκτὸς κλισίης , τάχα δ’ εἴσιδεν ἔργον ἀεικὲς
14.14 τοὺς μὲν ὀρινομένους , τοὺς δὲ κλονέοντας ὄπισθε
14.15 Τρῶας ὑπερθύμους · ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν .
14.16 ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
14.17 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
14.18 αὔτως , οὐδ’ ἄρα τε προκυλίνδεται οὐδετέρωσε ,
14.19 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον ,
14.20 ὣς γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
14.21 διχθάδι’ , μεθ’ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων ,
14.22 ἦε μετ’ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν .
14.23 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
14.24 βῆναι ἐπ’ Ἀτρεΐδην . οἳ δ’ ἀλλήλους ἐνάριζον
14.25 μαρνάμενοι · λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
14.26 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι .
14.27 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
14.28 πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
14.29 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων .
14.30 πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆες
14.31 θῖν’ ἔφ’ ἁλὸς πολιῆς · τὰς γὰρ πρώτας πεδίον δὲ
14.32 εἴρυσαν , αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν .