13.803 Πριαμίδης · πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην
13.804 ῥινοῖσιν πυκινήν , πολλὸς δ’ ἐπελήλατο χαλκός ·
13.805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ .
13.806 πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων ,
13.807 εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι ·
13.808 ἀλλ’ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν .
13.809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων ·
13.810 δαιμόνιε σχεδὸν ἐλθέ · τί δειδίσσεαι αὔτως
13.811 Ἀργείους ; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν ,
13.812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί .
13.813 θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
13.814 νῆας · ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν .
13.815 κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
13.816 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε .
13.817 σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
13.818 ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
13.819 θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους ,
13.820 οἵ σε πόλιν δ’ οἴσουσι κονίοντες πεδίοιο .
13.821 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
13.822 αἰετὸς ὑψιπέτης · ἐπὶ δ’ ἴαχε λαὸς Ἀχαιῶν
13.823 θάρσυνος οἰωνῷ · δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ ·
13.824 Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες ·
13.825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
13.826 εἴην ἤματα πάντα , τέκοι δέ με πότνια Ἥρη ,
13.827 τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων ,
13.828 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
13.829 πᾶσι μάλ’ , ἐν δὲ σὺ τοῖσι πεφήσεαι , αἴ κε ταλάσσῃς
13.830 μεῖναι ἐμὸν δόρυ μακρόν , τοι χρόα λειριόεντα
13.831 δάψει · ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺς
13.832 δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν .
13.833 ὣς ἄρα φωνήσας ἡγήσατο · τοὶ δ’ ἅμ’ ἕποντο