13.773 Ἴλιος αἰπεινή · νῦν τοι σῶς αἰπὺς ὄλεθρος .
13.774 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής ·
13.775 Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι ,
13.776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
13.777 μέλλω , ἐπεὶ οὐδ’ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ ·
13.778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων ,
13.779 ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσι
13.780 νωλεμέως · ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς .
13.781 οἴω Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος
13.782 οἴχεσθον , μακρῇσι τετυμμένω ἐγχείῃσιν
13.783 ἀμφοτέρω κατὰ χεῖρα · φόνον δ’ ἤμυνε Κρονίων .
13.784 νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει ·
13.785 ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’ , οὐδέ τί φημι
13.786 ἀλκῆς δευήσεσθαι , ὅση δύναμίς γε πάρεστι .
13.787 πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν .
13.788 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως ·
13.789 βὰν δ’ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
13.790 ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
13.791 Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
13.792 Πάλμύν τ’ Ἀσκάνιόν τε Μόρυν θ’ υἷ’ Ἱπποτίωνος ,
13.793 οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
13.794 ἠοῖ τῇ προτέρῃ · τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι .
13.795 οἳ δ’ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ ,
13.796 ῥά θ’ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ ,
13.797 θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται , ἐν δέ τε πολλὰ
13.798 κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
13.799 κυρτὰ φαληριόωντα , πρὸ μέν τ’ ἄλλ’ , αὐτὰρ ἐπ’ ἄλλα ·
13.800 ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες , αὐτὰρ ἐπ’ ἄλλοι ,
13.801 χαλκῷ μαρμαίροντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο .
13.802 Ἕκτωρ δ’ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ