13.742 κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
13.743 αἴ κ’ ἐθέλῃσι θεὸς δόμεναι κράτος , κεν ἔπειτα
13.744 πὰρ νηῶν ἔλθωμεν ἀπήμονες . γὰρ ἔγωγε
13.745 δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
13.746 χρεῖος , ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
13.747 μίμνει , ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω .
13.748 ὣς φάτο Πουλυδάμας , ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων ,
13.749 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
13.750 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
13.751 Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους ,
13.752 αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο ·
13.753 αἶψα δ’ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω .
13.754 ῥα , καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
13.755 κεκλήγων , διὰ δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων .
13.756 οἳ δ’ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
13.757 πάντες ἐπεσσεύοντ’ , ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν .
13.758 αὐτὰρ Δηΐφοβόν τε βίην θ’ Ἑλένοιο ἄνακτος
13.759 Ἀσιάδην τ’ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
13.760 φοίτα ἀνὰ προμάχους διζήμενος , εἴ που ἐφεύροι .
13.761 τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους ·
13.762 ἀλλ’ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
13.763 χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες ,
13.764 οἳ δ’ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε .
13.765 τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσης
13.766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
13.767 θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι ,
13.768 ἀγχοῦ δ’ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι ·
13.769 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
13.770 ποῦ τοι Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος
13.771 Ἀσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος Ὑρτάκου υἱός ;
13.772 ποῦ δέ τοι Ὀθρυονεύς ; νῦν ὤλετο πᾶσα κατ’ ἄκρης