13.710 λαοὶ ἕπονθ’ ἕταροι , οἵ οἱ σάκος ἐξεδέχοντο
13.711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ’ ἵκοιτο .
13.712 οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο ·
13.713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ ·
13.714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας ,
13.715 οὐδ’ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα ,
13.716 ἀλλ’ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
13.717 Ἴλιον εἰς ἅμ’ ἕποντο πεποιθότες , οἷσιν ἔπειτα
13.718 ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας ·
13.719 δή ῥα τόθ’ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
13.720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ ,
13.721 οἳ δ’ ὄπιθεν βάλλοντες ἐλάνθανον · οὐδέ τι χάρμης
13.722 Τρῶες μιμνήσκοντο · συνεκλόνεον γὰρ ὀϊστοί .
13.723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
13.724 Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν ,
13.725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς ·
13.726 Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι .
13.727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
13.728 τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων ·
13.729 ἀλλ’ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι .
13.730 ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα ,
13.731 ἄλλῳ δ’ ὀρχηστύν , ἑτέρῳ κίθαριν καὶ ἀοιδήν ,
13.732 ἄλλῳ δ’ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
13.733 ἐσθλόν , τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι ,
13.734 καί τε πολέας ἐσάωσε , μάλιστα δὲ καὐτὸς ἀνέγνω .
13.735 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα ·
13.736 πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε ·
13.737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
13.738 οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν , οἳ δὲ μάχονται
13.739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας .
13.740 ἀλλ’ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους ·
13.741 ἔνθεν δ’ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν