13.677 ἔπλετο · τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
13.678 ὄτρυν’ Ἀργείους , πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν ·
13.679 ἀλλ’ ἔχεν τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
13.680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων ,
13.681 ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
13.682 θῖν’ ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι · αὐτὰρ ὕπερθε
13.683 τεῖχος ἐδέδμητο χθαμαλώτατον , ἔνθα μάλιστα
13.684 ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι .
13.685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
13.686 Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
13.687 σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον , οὐδὲ δύναντο
13.688 ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
13.689 οἳ μὲν Ἀθηναίων προλελεγμένοι · ἐν δ’ ἄρα τοῖσιν
13.690 ἦρχ’ υἱὸς Πετεῶο Μενεσθεύς , οἳ δ’ ἅμ’ ἕποντο
13.691 Φείδας τε Στιχίος τε Βίας τ’ ἐΰς · αὐτὰρ Ἐπειῶν
13.692 Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε ,
13.693 πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης .
13.694 ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
13.695 ἔσκε Μέδων Αἴαντος ἀδελφεός · αὐτὰρ ἔναιεν
13.696 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
13.697 γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ’ Ὀϊλεύς ·
13.698 αὐτὰρ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο .
13.699 οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
13.700 ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο ·
13.701 Αἴας δ’ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
13.702 ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν ,
13.703 ἀλλ’ ὥς τ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
13.704 ἶσον θυμὸν ἔχοντε τιταίνετον · ἀμφὶ δ’ ἄρά σφι
13.705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς ·
13.706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
13.707 ἱεμένω κατὰ ὦλκα · τέμει δέ τε τέλσον ἀρούρης ·
13.708 ὣς τὼ παρβεβαῶτε μάλ’ ἕστασαν ἀλλήλοιιν .
13.709 ἀλλ’ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ