13.586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
13.587 θώρηκος γύαλον , ἀπὸ δ’ ἔπτατο πικρὸς ὀϊστός .
13.588 ὡς δ’ ὅτ’ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωὴν
13.589 θρῴσκωσιν κύαμοι μελανόχροες ἐρέβινθοι
13.590 πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ ,
13.591 ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
13.592 πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός .
13.593 Ἀτρεΐδης δ’ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
13.594 τὴν βάλεν ῥ’ ἔχε τόξον ἐΰξοον · ἐν δ’ ἄρα τόξῳ
13.595 ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος .
13.596 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων
13.597 χεῖρα παρακρεμάσας · τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος .
13.598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ ,
13.599 αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
13.600 σφενδόνῃ , ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν .
13.601 Πείσανδρος δ’ ἰθὺς Μενελάου κυδαλίμοιο
13.602 ἤϊε · τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
13.603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι .
13.604 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
13.605 Ἀτρεΐδης μὲν ἅμαρτε , παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος ,
13.606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
13.607 οὔτασεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ·
13.608 ἔσχεθε γὰρ σάκος εὐρύ , κατεκλάσθη δ’ ἐνὶ καυλῷ
13.609 ἔγχος · δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην .
13.610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
13.611 ἆλτ’ ἐπὶ Πεισάνδρῳ · δ’ ὑπ’ ἀσπίδος εἵλετο καλὴν
13.612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
13.613 μακρῷ ἐϋξέστῳ · ἅμα δ’ ἀλλήλων ἐφίκοντο .
13.614 ἤτοι μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
13.615 ἄκρον ὑπὸ λόφον αὐτόν , δὲ προσιόντα μέτωπον
13.616 ῥινὸς ὕπερ πυμάτης · λάκε δ’ ὀστέα , τὼ δέ οἱ ὄσσε