13.556 οὐ μὲν γάρ ποτ’ ἄνευ δηΐων ἦν , ἀλλὰ κατ’ αὐτοὺς
13.557 στρωφᾶτ’ · οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας , ἀλλὰ μάλ’ αἰεὶ
13.558 σειόμενον ἐλέλικτο · τιτύσκετο δὲ φρεσὶν ᾗσιν
13.559 τευ ἀκοντίσσαι , ἠὲ σχεδὸν ὁρμηθῆναι .
13.560 ἀλλ’ οὐ λῆθ’ Ἀδάμαντα τιτυσκόμενος καθ’ ὅμιλον
13.561 Ἀσιάδην , οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
13.562 ἐγγύθεν ὁρμηθείς · ἀμενήνωσεν δέ οἱ αἰχμὴν
13.563 κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας .
13.564 καὶ τὸ μὲν αὐτοῦ μεῖν’ ὥς τε σκῶλος πυρίκαυστος
13.565 ἐν σάκει Ἀντιλόχοιο , τὸ δ’ ἥμισυ κεῖτ’ ἐπὶ γαίης ·
13.566 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων ·
13.567 Μηριόνης δ’ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
13.568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ , ἔνθα μάλιστα
13.569 γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν .
13.570 ἔνθά οἱ ἔγχος ἔπηξεν · δ’ ἑσπόμενος περὶ δουρὶ
13.571 ἤσπαιρ’ ὡς ὅτε βοῦς τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες
13.572 ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν ·
13.573 ὣς τυπεὶς ἤσπαιρε μίνυνθά περ , οὔ τι μάλα δήν ,
13.574 ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθὼν
13.575 ἥρως Μηριόνης · τὸν δὲ σκότος ὄσσε κάλυψε .
13.576 Δηΐπυρον δ’ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
13.577 Θρηϊκίῳ μεγάλῳ , ἀπὸ δὲ τρυφάλειαν ἄραξεν .
13.578 μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε , καί τις Ἀχαιῶν
13.579 μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε ·
13.580 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν .
13.581 Ἀτρεΐδην δ’ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον ·
13.582 βῆ δ’ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
13.583 ὀξὺ δόρυ κραδάων · δὲ τόξου πῆχυν ἄνελκε .
13.584 τὼ δ’ ἄρ’ ὁμαρτήδην μὲν ἔγχεϊ ὀξυόεντι
13.585 ἵετ’ ἀκοντίσσαι , δ’ ἀπὸ νευρῆφιν ὀϊστῷ .