13.617 πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν ,
13.618 ἰδνώθη δὲ πεσών · δὲ λὰξ ἐν στήθεσι βαίνων
13.619 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
13.620 λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
13.621 Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς ,
13.622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
13.623 ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες , οὐδέ τι θυμῷ
13.624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
13.625 ξεινίου , ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν ·
13.626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
13.627 μὰψ οἴχεσθ’ ἀνάγοντες , ἐπεὶ φιλέεσθε παρ’ αὐτῇ ·
13.628 νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
13.629 πῦρ ὀλοὸν βαλέειν , κτεῖναι δ’ ἥρωας Ἀχαιούς .
13.630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος .
13.631 Ζεῦ πάτερ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
13.632 ἀνδρῶν ἠδὲ θεῶν · σέο δ’ ἐκ τάδε πάντα πέλονται ·
13.633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
13.634 Τρωσίν , τῶν μένος αἰὲν ἀτάσθαλον , οὐδὲ δύνανται
13.635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο .
13.636 πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
13.637 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο ,
13.638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
13.639 πολέμου · Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν .
13.640 ὣς εἰπὼν τὰ μὲν ἔντε’ ἀπὸ χροὸς αἱματόεντα
13.641 συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων ,
13.642 αὐτὸς δ’ αὖτ’ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη .
13.643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
13.644 Ἁρπαλίων , ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
13.645 ἐς τροίην , οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν ·
13.646 ὅς ῥα τότ’ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
13.647 ἐγγύθεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι