13.466 γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα ·
13.467 τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν .
13.468 ὣς φάτο , τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ,
13.469 βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς .
13.470 ἀλλ’ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς ,
13.471 ἀλλ’ ἔμεν’ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς ,
13.472 ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
13.473 χώρῳ ἐν οἰοπόλῳ , φρίσσει δέ τε νῶτον ὕπερθεν ·
13.474 ὀφθαλμὼ δ’ ἄρα οἱ πυρὶ λάμπετον · αὐτὰρ ὀδόντας
13.475 θήγει , ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας ·
13.476 ὣς μένεν Ἰδομενεὺς δουρικλυτός , οὐδ’ ὑπεχώρει ,
13.477 Αἰνείαν ἐπιόντα βοηθόον · αὖε δ’ ἑταίρους
13.478 Ἀσκάλαφόν τ’ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
13.479 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς ·
13.480 τοὺς γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα ·
13.481 δεῦτε φίλοι , καί μ’ οἴῳ ἀμύνετε · δείδια δ’ αἰνῶς
13.482 Αἰνείαν ἐπιόντα πόδας ταχύν , ὅς μοι ἔπεισιν ,
13.483 ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν ·
13.484 καὶ δ’ ἔχει ἥβης ἄνθος , τε κράτος ἐστὶ μέγιστον .
13.485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ ἐπὶ θυμῷ
13.486 αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος , ἠὲ φεροίμην .
13.487 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
13.488 πλησίοι ἔστησαν , σάκε’ ὤμοισι κλίναντες .
13.489 Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
13.490 Δηΐφοβόν τε Πάριν τ’ ἐσορῶν καὶ Ἀγήνορα δῖον ,
13.491 οἵ οἱ ἅμ’ ἡγεμόνες Τρώων ἔσαν · αὐτὰρ ἔπειτα
13.492 λαοὶ ἕπονθ’ , ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
13.493 πιόμεν’ ἐκ βοτάνης · γάνυται δ’ ἄρα τε φρένα ποιμήν ·