13.436 οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’ οὔτ’ ἀλέασθαι ,
13.437 ἀλλ’ ὥς τε στήλην δένδρεον ὑψιπέτηλον
13.438 ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
13.439 ἥρως Ἰδομενεύς , ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
13.440 χάλκεον , ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον ·
13.441 δὴ τότε γ’ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί .
13.442 δούπησεν δὲ πεσών , δόρυ δ’ ἐν κραδίῃ ἐπεπήγει ,
13.443 ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
13.444 ἔγχεος · ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης ·
13.445 Ἰδομενεὺς δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
13.446 Δηΐφοβ’ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
13.447 τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι ; ἐπεὶ σύ περ εὔχεαι οὕτω .
13.448 δαιμόνι’ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ’ ἐμεῖο ,
13.449 ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ’ ἱκάνω ,
13.450 ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον ·
13.451 Μίνως δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Δευκαλίωνα ,
13.452 Δευκαλίων δ’ ἐμὲ τίκτε πολέσσ’ ἄνδρεσσιν ἄνακτα
13.453 Κρήτῃ ἐν εὐρείῃ · νῦν δ’ ἐνθάδε νῆες ἔνεικαν
13.454 σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν .
13.455 ὣς φάτο , Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
13.456 τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
13.457 ἂψ ἀναχωρήσας , πειρήσαιτο καὶ οἶος .
13.458 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
13.459 βῆναι ἐπ’ Αἰνείαν · τὸν δ’ ὕστατον εὗρεν ὁμίλου
13.460 ἑσταότ’ · αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
13.461 οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι τίεσκεν .
13.462 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
13.463 Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
13.464 γαμβρῷ ἀμυνέμεναι , εἴ πέρ τί σε κῆδος ἱκάνει .
13.465 ἀλλ’ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν , ὅς σε πάρος γε