13.494 ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
13.495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ .
13.496 οἳ δ’ ἀμφ’ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
13.497 μακροῖσι ξυστοῖσι · περὶ στήθεσσι δὲ χαλκὸς
13.498 σμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ ὅμιλον
13.499 ἀλλήλων · δύο δ’ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
13.500 Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
13.501 ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ .
13.502 Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος ·
13.503 ἀλλ’ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ,
13.504 αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης
13.505 ᾤχετ’ , ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν .
13.506 Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην ,
13.507 ῥῆξε δὲ θώρηκος γύαλον , διὰ δ’ ἔντερα χαλκὸς
13.508 ἤφυσ’ · δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ .
13.509 Ἰδομενεὺς δ’ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
13.510 ἐσπάσατ’ , οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ
13.511 ὤμοιιν ἀφελέσθαι · ἐπείγετο γὰρ βελέεσσιν .
13.512 οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι ,
13.513 οὔτ’ ἄρ’ ἐπαΐξαι μεθ’ ἑὸν · βέλος οὔτ’ ἀλέασθαι .
13.514 τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ ,
13.515 τρέσσαι δ’ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο .
13.516 τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
13.517 Δηΐφοβος · δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί .
13.518 ἀλλ’ γε καὶ τόθ’ ἅμαρτεν , δ’ Ἀσκάλαφον βάλε δουρὶ
13.519 υἱὸν Ἐνυαλίοιο · δι’ ὤμου δ’ ὄβριμον ἔγχος
13.520 ἔσχεν · δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ .
13.521 οὐδ’ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
13.522 υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ ,
13.523 ἀλλ’ γ’ ἄρ’ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν