12.193 αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
12.194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ .
12.195 ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα ,
12.196 τόφρ’ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο ,
12.197 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν , μέμασαν δὲ μάλιστα
12.198 τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας ,
12.199 οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ .
12.200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
12.201 αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
12.202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
12.203 ζωὸν ἔτ’ ἀσπαίροντα , καὶ οὔ πω λήθετο χάρμης ,
12.204 κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
12.205 ἰδνωθεὶς ὀπίσω · δ’ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
12.206 ἀλγήσας ὀδύνῃσι , μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ ,
12.207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο .
12.208 Τρῶες δ’ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
12.209 κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο .
12.210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς ·
12.211 Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
12.212 ἐσθλὰ φραζομένῳ , ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
12.213 δῆμον ἐόντα παρὲξ ἀγορευέμεν , οὔτ’ ἐνὶ βουλῇ
12.214 οὔτέ ποτ’ ἐν πολέμῳ , σὸν δὲ κράτος αἰὲν ἀέξειν ·
12.215 νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα .
12.216 μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν .
12.217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι , εἰ ἐτεόν γε
12.218 Τρωσὶν ὅδ’ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
12.219 αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
12.220 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
12.221 ζωόν · ἄφαρ δ’ ἀφέηκε πάρος φίλα οἰκί’ ἱκέσθαι ,
12.222 οὐδ’ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν .
12.223 ὣς ἡμεῖς , εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
12.224 ῥηξόμεθα σθένεϊ μεγάλῳ , εἴξωσι δ’ Ἀχαιοί ,