12.225 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ’ αὐτὰ κέλευθα ·
12.226 πολλοὺς γὰρ Τρώων καταλείψομεν , οὕς κεν Ἀχαιοὶ
12.227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν .
12.228 ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος , ὃς σάφα θυμῷ
12.229 εἰδείη τεράων καί οἱ πειθοίατο λαοί .
12.230 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ ·
12.231 Πουλυδάμα , σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις ·
12.232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι .
12.233 εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις ,
12.234 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί ,
12.235 ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
12.236 βουλέων , ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε ·
12.237 τύνη δ’ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
12.238 πείθεσθαι , τῶν οὔ τι μετατρέπομ’ οὐδ’ ἀλεγίζω
12.239 εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε ,
12.240 εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα .
12.241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ ,
12.242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει .
12.243 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης .
12.244 τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα ;
12.245 εἴ περ γάρ τ’ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
12.246 νηυσὶν ἐπ’ Ἀργείων , σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι ·
12.247 οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων .
12.248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι , ἠέ τιν’ ἄλλον
12.249 παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο ,
12.250 αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις .
12.251 ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ’ ἅμ’ ἕποντο
12.252 ἠχῇ θεσπεσίῃ · ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
12.253 ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν ,
12.254 ῥ’ ἰθὺς νηῶν κονίην φέρεν · αὐτὰρ Ἀχαιῶν