12.161 βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι .
12.162 δή ῥα τότ’ ᾤμωξεν καὶ πεπλήγετο μηρὼ
12.163 Ἄσιος Ὑρτακίδης , καὶ ἀλαστήσας ἔπος ηὔδα ·
12.164 Ζεῦ πάτερ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
12.165 πάγχυ μάλ’ · οὐ γὰρ ἔγωγ’ ἐφάμην ἥρωας Ἀχαιοὺς
12.166 σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους .
12.167 οἳ δ’ , ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
12.168 οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ ,
12.169 οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον , ἀλλὰ μένοντες
12.170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων ,
12.171 ὣς οἵ γ’ οὐκ ἐθέλουσι πυλάων καὶ δύ’ ἐόντε
12.172 χάσσασθαι πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι .
12.173 ὣς ἔφατ’ , οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ’ ἀγορεύων ·
12.174 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι .
12.175 ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν ·
12.176 ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι ·
12.177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
12.178 λάϊνον · Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
12.179 νηῶν ἠμύνοντο · θεοὶ δ’ ἀκαχήατο θυμὸν
12.180 πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν .
12.181 σὺν δ’ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα .
12.182 ἔνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
12.183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου ·
12.184 οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν , ἀλλὰ διὰ πρὸ
12.185 αἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον , ἐγκέφαλος δὲ
12.186 ἔνδον ἅπας πεπάλακτο · δάμασσε δέ μιν μεμαῶτα ·
12.187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν .
12.188 υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
12.189 Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας .
12.190 αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
12.191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι’ ὁμίλου
12.192 πλῆξ’ αὐτοσχεδίην · δ’ ἄρ’ ὕπτιος οὔδει ἐρείσθη ·