12.127 νήπιοι , ἐν δὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους
12.128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων ,
12.129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην ,
12.130 τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ .
12.131 τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
12.132 ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι ,
12.133 αἵ τ’ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
12.134 ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ’ ἀραρυῖαι ·
12.135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
12.136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο .
12.137 οἳ δ’ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
12.138 ὑψόσ’ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
12.139 Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
12.140 Ἀσιάδην τ’ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε .
12.141 οἳ δ’ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
12.142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν ·
12.143 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
12.144 Τρῶας , ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε ,
12.145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
12.146 ἀγροτέροισι σύεσσιν ἐοικότε , τώ τ’ ἐν ὄρεσσιν
12.147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα ,
12.148 δοχμώ τ’ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
12.149 πρυμνὴν ἐκτάμνοντες , ὑπαὶ δέ τε κόμπος ὀδόντων
12.150 γίγνεται εἰς κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται ·
12.151 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
12.152 ἄντην βαλλομένων · μάλα γὰρ κρατερῶς ἐμάχοντο
12.153 λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν .
12.154 οἳ δ’ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
12.155 βάλλον ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων
12.156 νηῶν τ’ ὠκυπόρων · νιφάδες δ’ ὡς πῖπτον ἔραζε ,
12.157 ἅς τ’ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
12.158 ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ ·
12.159 ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
12.160 ἠδὲ καὶ ἐκ Τρώων · κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευν