12.94 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
12.95 υἷε δύω Πριάμοιο · τρίτος δ’ ἦν Ἄσιος ἥρως
12.96 Ἄσιος Ὑρτακίδης , ὃν Ἀρίσβηθεν φέρον ἵπποι
12.97 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος .
12.98 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
12.99 Αἰνείας , ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
12.100 Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης .
12.101 Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων ,
12.102 πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον ·
12.103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
12.104 τῶν ἄλλων μετά γ’ αὐτόν · δ’ ἔπρεπε καὶ διὰ πάντων .
12.105 οἳ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
12.106 βάν ῥ’ ἰθὺς Δαναῶν λελιημένοι , οὐδ’ ἔτ’ ἔφαντο
12.107 σχήσεσθ’ , ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι .
12.108 ἔνθ’ ἄλλοι Τρῶες τηλεκλειτοί τ’ ἐπίκουροι
12.109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο ·
12.110 ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν
12.111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα ,
12.112 ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
12.113 νήπιος , οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
12.114 ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
12.115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν ·
12.116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
12.117 ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο .
12.118 εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά , τῇ περ Ἀχαιοὶ
12.119 ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι ·
12.120 τῇ ῥ’ ἵππους τε καὶ ἅρμα διήλασεν , οὐδὲ πύλῃσιν
12.121 εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα ,
12.122 ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες , εἴ τιν’ ἑταίρων
12.123 ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας .
12.124 τῇ ῥ’ ἰθὺς φρονέων ἵππους ἔχε , τοὶ δ’ ἅμ’ ἕποντο
12.125 ὀξέα κεκλήγοντες · ἔφαντο γὰρ οὐκ ἔτ’ Ἀχαιοὺς
12.126 σχήσεσθ’ , ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι