12.63 δὲ μάλ’ ἀργαλέη περάαν · σκόλοπες γὰρ ἐν αὐτῇ
12.64 ὀξέες ἑστᾶσιν , ποτὶ δ’ αὐτοὺς τεῖχος Ἀχαιῶν ,
12.65 ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
12.66 ἱππεῦσι · στεῖνος γάρ , ὅθι τρώσεσθαι ὀΐω .
12.67 εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
12.68 Ζεὺς ὑψιβρεμέτης , Τρώεσσι δὲ ἵετ’ ἀρήγειν ,
12.69 τ’ ἂν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι ,
12.70 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς ·
12.71 εἰ δέ χ’ ὑποστρέψωσι , παλίωξις δὲ γένηται
12.72 ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ ,
12.73 οὐκέτ’ ἔπειτ’ ὀΐω οὐδ’ ἄγγελον ἀπονέεσθαι
12.74 ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ’ Ἀχαιῶν .
12.75 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·
12.76 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ ,
12.77 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
12.78 Ἕκτορι πάντες ἑπώμεθ’ ἀολλέες · αὐτὰρ Ἀχαιοὶ
12.79 οὐ μενέουσ’ εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται .
12.80 ὣς φάτο Πουλυδάμας , ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων ,
12.81 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε .
12.82 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵππων ἠγερέθοντο ,
12.83 ἀλλ’ ἀπὸ πάντες ὄρουσαν , ἐπεὶ ἴδον Ἕκτορα δῖον .
12.84 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
12.85 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ ·
12.86 οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
12.87 πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο .
12.88 οἳ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι ,
12.89 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν , μέμασαν δὲ μάλιστα
12.90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι .
12.91 καί σφιν Κεβριόνης τρίτος εἵπετο · πὰρ δ’ ἄρ’ ὄχεσφιν
12.92 ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ .
12.93 τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ ,