12.31 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
12.32 τεῖχος ἀμαλδύνας · ποταμοὺς δ’ ἔτρεψε νέεσθαι
12.33 κὰρ ῥόον , περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ .
12.34 ὣς ἄρ’ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
12.35 θησέμεναι · τότε δ’ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
12.36 τεῖχος ἐΰδμητον , κανάχιζε δὲ δούρατα πύργων
12.37 βαλλόμεν’ · Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
12.38 νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
12.39 Ἕκτορα δειδιότες , κρατερὸν μήστωρα φόβοιο ·
12.40 αὐτὰρ γ’ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ ·
12.41 ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
12.42 κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων ·
12.43 οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
12.44 ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
12.45 αἰχμὰς ἐκ χειρῶν · τοῦ δ’ οὔ ποτε κυδάλιμον κῆρ
12.46 ταρβεῖ οὐδὲ φοβεῖται , ἀγηνορίη δέ μιν ἔκτα ·
12.47 ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων ·
12.48 ὅππῃ τ’ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν ·
12.49 ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν ἐλλίσσεθ’ ἑταίρους
12.50 τάφρον ἐποτρύνων διαβαινέμεν · οὐδέ οἱ ἵπποι
12.51 τόλμων ὠκύποδες , μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρῳ
12.52 χείλει ἐφεσταότες · ἀπὸ γὰρ δειδίσσετο τάφρος
12.53 εὐρεῖ’ , οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
12.54 ῥηϊδίη · κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
12.55 ἕστασαν ἀμφοτέρωθεν , ὕπερθεν δὲ σκολόπεσσιν
12.56 ὀξέσιν ἠρήρει , τοὺς ἵστασαν υἷες Ἀχαιῶν
12.57 πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν .
12.58 ἔνθ’ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
12.59 ἐσβαίη , πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι .
12.60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς ·
12.61 Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
12.62 ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους ·