12.1 ὣς μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
12.2 ἰᾶτ’ Εὐρύπυλον βεβλημένον · οἳ δὲ μάχοντο
12.3 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν · οὐδ’ ἄρ’ ἔμελλε
12.4 τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
12.5 εὐρύ , τὸ ποιήσαντο νεῶν ὕπερ , ἀμφὶ δὲ τάφρον
12.6 ἤλασαν · οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας ·
12.7 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
12.8 ἐντὸς ἔχον ῥύοιτο · θεῶν δ’ ἀέκητι τέτυκτο
12.9 ἀθανάτων · τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν .
12.10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺς
12.11 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν ,
12.12 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν .
12.13 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι ,
12.14 πολλοὶ δ’ Ἀργείων οἳ μὲν δάμεν , οἳ δὲ λίποντο ,
12.15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ ,
12.16 Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν ,
12.17 δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
12.18 τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες .
12.19 ὅσσοι ἀπ’ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι ,
12.20 Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
12.21 Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
12.22 καὶ Σιμόεις , ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
12.23 κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν ·
12.24 τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων ,
12.25 ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον · ὗε δ’ ἄρα Ζεὺς
12.26 συνεχές , ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη .
12.27 αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
12.28 ἡγεῖτ’ , ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε
12.29 φιτρῶν καὶ λάων , τὰ θέσαν μογέοντες Ἀχαιοί ,
12.30 λεῖα δ’ ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον ,